Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.54 | Dem. 57.58 (English) | >>Dem. 57.61 |
57.56ἐνθυμείσθω γὰρ ἕκαστος ὑμῶν , ὦ ἄνδρες Ἀθηναῖοι , τοὺς ἑαυτῷ προσήκοντας τίνʼ ἄλλον ἂν δύναιτʼ ἐπιδεῖξαι τρόπον ἢ τὸν αὐτὸν ἐμοί , μαρτυροῦντας , ὀμνύοντας , πάλαι τοὺς αὐτοὺς ἀπὸ τῆς ἀρχῆς ὄντας ;
ἐνθυμεῖσθε τοίνυν κἀκεῖνο , ὅσοι τῶν μεγάλων δήμων ἐστέ , ὡς οὐδένʼ ἀπεστερεῖτʼ οὔτε κατηγορίας οὔτʼ ἀπολογίας . καὶ πόλλʼ ἀγαθὰ γένοιτο πᾶσιν ὑμῖν τοῖς δικαίως τούτῳ τῷ πράγματι χρησαμένοις , ὅτι καὶ τῶν ἀναβαλέσθαι δεομένων οὐκ ἀφῄρησθε τὸ παρασκευάσασθαι · ᾧ καὶ τοὺς συκοφαντοῦντας καὶ διʼ ἔχθραν ἐπιβουλεύοντας ἐξηλέγχετε .
57.58καὶ ὑμᾶς μὲν ἄξιον ἐπαινεῖν , ὦ ἄνδρες Ἀθηναῖοι , τοὺς δὲ καλῷ καὶ δικαίῳ πράγματι μὴ καλῶς χρησαμένους ψέγειν . ἐν οὐδενὶ τοίνυν εὑρήσετε τῶν δήμων δεινότερα γεγενημένα τῶν παρʼ ἡμῖν . οὗτοι γὰρ ἀδελφῶν ὁμομητρίων καὶ ὁμοπατρίων τῶν μέν εἰσιν ἀπεψηφισμένοι , τῶν δʼ οὔ , καὶ πρεσβυτέρων ἀνθρώπων ἀπόρων , ὧν τοὺς υἱεῖς ἐγκαταλελοίπασιν · καὶ τούτων ἂν βούλησθε , μάρτυρας παρέξομαι .
57.59ὃ δὲ πάντων δεινότατον οἱ συνεστηκότες πεποιήκασιν (καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς ὑπολάβῃ δυσκόλως , ἐὰν τοὺς ἠδικηκότας ἐμαυτὸν πονηροὺς ὄντας ἐπιδεικνύω · νομίζω γὰρ ὑμῖν τὴν τούτων πονηρίαν δεικνὺς εἰς αὐτὸ τὸ πρᾶγμα λέγειν τὸ γενόμενόν μοι )· οὗτοι γάρ , ὦ ἄνδρες Ἀθηναῖοι , βουλομένους τινὰς ἀνθρώπους ξένους πολίτας γενέσθαι , Ἀναξιμένην καὶ Νικόστρατον , κοινῇ διανειμάμενοι πέντε δραχμὰς ἕκαστος προσεδέξαντο . καὶ ταῦτʼ οὐκ ἂν ἐξομόσαιτʼ Εὐβουλίδης οὐδʼ οἱ μετʼ αὐτοῦ μὴ οὐκ εἰδέναι . καὶ νῦν τούτων οὐκ ἀπεψηφίσαντο . τί οὖν οὐκ ἂν οἴεσθε τούτους ἰδίᾳ ποιῆσαι , οἳ κοινῇ ταῦτʼ ἐτόλμων ;
57.57
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.54 | Dem. 57.58 (English) | >>Dem. 57.61 |